Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.33 Dem. 58.36 (English) >>Dem. 58.39

58.35κάλει μοι Ἀριστόμαχον Κριτοδήμου Ἀλωπεκῆθεν. οὗτος γὰρ ἔδωκεν, μᾶλλον δʼ ἐν τῇ τούτου οἰκίᾳ ἐδόθη τρίʼ ἡμίμναια τούτῳ τῷ ἀδωροδοκήτῳ ὑπὲρ τοῦ ψηφίσματος Ἀντιμέδων ἔγραψε τοῖς Τενεδίοις.Μαρτυρία

λέγε δὴ καὶ τὰς τῶν ἄλλων ἐφεξῆς τὰς τοιαύτας μαρτυρίας, καὶ τὴν Ὑπερείδου καὶ Δημοσθένους. τοῦτο γάρ ἐστιν ὑπερβολή, τὸ παρʼ ὧν οὐδʼ ἂν εἷς ἀξιώσαι λαβεῖν, τοῦτον παρὰ τούτων ἥδιστα λαμβάνειν πωλοῦντα τὰς γραφάς.Μαρτυρίαι

58.36οὗτος τοίνυν αὐτίκα φήσει διὰ τοῦτο τὴν ἔνδειξιν καθʼ αὑτοῦ γεγονέναι, ἵνα Δημοσθένει μὴ ἐπεξέλθῃ τὴν γραφὴν ἣν ἐγράψατʼ αὐτόν, μηδὲ Θουκυδίδῃ· δεινὸς γάρ ἐστι ψεύσασθαι καὶ μηδὲν ὑγιὲς εἰπεῖν. ἡμεῖς δέ, ἄνδρες δικασταί, καὶ τοῦτʼ ἐπεσκεψάμεθα, καὶ δείξομεν ὑμῖν οὐδὲν τὴν πόλιν βλαπτομένην, οὔτε μὰ τὸν Δία ἐὰν κύριον γένηται τὸ ψήφισμα τὸ Θουκυδίδου οὔτʼ ἂν ἄκυρον. καίτοι τάς γε τοιαύτας ἀπολογίας οὐ δίκαιόν ἐστι προσφέρειν τοῖς κατὰ τοὺς νόμους ὀμωμοκόσιν δικάσειν· ἀλλʼ ὅμως ἐξ αὐτῆς τῆς γραφῆς αὐτίκα γνώσεσθε διότι πρόφασίς ἐστιν τῆς ἐνδείξεως γραφή. λέγε τὰς γραφὰς ταύτας.Γραφαί

58.37τούτων τῶν ψηφισμάτων, ἄνδρες δικασταί, μενόντων κατὰ χώραν ἁλόντων (οὐδὲν γὰρ ἔμοιγε διαφέρει) τί πόλις κερδαίνει βλάπτεται; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι. τοὺς γὰρ Αἰνίους φασὶν οὐδὲ προσέχειν τῇ πόλει, τοῦτο δὲ γεγονέναι διὰ Θεοκρίνην τουτονί. συκοφαντούμενοι γὰρ ἐν ἐκείνοις τοῖς χρόνοις ὑπὸ τούτου, ἐν οἷς οἱ μὲν ἐφιλίππιζον, οἱ δʼ ἠττίκιζον αὐτῶν, καὶ πυνθανόμενοι γεγράφθαι τὸ ψήφισμα παρανόμων Χαρῖνος πρότερον ἐγράψατο, τοῦτο τὸ περὶ τῆς συντάξεως, Θουκυδίδης εἶπε, καὶ πέρας τῶν πραγμάτων οὐδὲν γιγνόμενον,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.33 Dem. 58.36 (English) >>Dem. 58.39

Powered by PhiloLogic